Ancient Greek
PSI 13 1324
Documentary Papyri, Psi 13 1324
Not analysed yet
Θὼθ λ. ὁμολογία Παβοῦτος καὶ ἑτέρων πρὸς Πανομγέα. ἔτους τεσσαρεσκαιδεκάτου Αὐτοκράτορος Καίσαρος Μάρκου Αὐρηλίου Ἀντωνείνου Σεβαστοῦ Ἀρμενιακοῦ Μηδικοῦ Παρθικοῦ Γερμανικοῦ μεγίστου μηνὸς Σεβαστοῦ Θὼθ λ, ἐν Πτολεμαίδι Εὐεργέτιδι τοῦ Ἀρσινοείτου νομοῦ. ὁμολογοῦσι Παβοῦς ὡς ἐτῶν τριάκοντα λευκὸν ὀφθαλμῷ ἀριστερῷ καὶ Πανομγεῦς ὡς ἐτῶν εἰκοσιεπτὰ ἄσημος καὶ Ὀννῶφρις ὡς ἐτῶν εἴκοσι ἄσημος καὶ Σεγάθιος ὡς ἐτῶν δεκαπέντε ἄσημος οἱ τέσσαρες Ἁρπαγάθου τοῦ Σαταβοῦτος ἀπὸ κώμης Σοκνοπαίου Νήσου ἱερεῖς καὶ ἱέρεια Πανομγεῦτι Ἁρπαγάθου τοῦ Σαταβοῦτος ὡς ἐτῶν ἑξηκονταπέντε οὐλὴ ὀφρύι δεξιᾷ ἀπέχειν παρ’ αὐτοῦ τοὺς ὁμολογοῦντας ἀργυρίου δραχμὰς ἑκατὸν τριακονταὲξ παραχρῆμα διὰ χειρὸς ἃς ὤφειλεν ὁ Πανομγεῦς τῷ προγεγραμμένῳ αὐτῶν πατρὶ Ἁρπαγάθῃ τετελευτηκότι καθʼ ὁμολογίαν τελειωθεῖσαν διὰ γραφείου κώμης Καρανίδος τῷ τρίτῳ καὶ εἰκοστῷ ἔτει θεοῦ Αἰλίου Ἀντωνείνου μηνὶ Ἁδριανῷ, ἣν καὶ ἀναδέδωκαν αὐτῷ τὴν ὁμολογίαν εἰς ἀθέτησιν καὶ ἀκύρωσιν καὶ μηδὲν τοὺς ὁμολογοῦντας ἐγκαλεῖν περὶ ὧν ἀπέχουσι ὡς πρόκειται μήτε περὶ τόκων αὐτῶν μήτε περὶ μηδενὸς ἐγγράπτου ἢ ἀγράφου ἀπὸ τῶν ἔμπροσθεν χρόνων μέχρι τῆς ἐνεστώσης ἡμέρας τρόπῳ μηδενί. ὑπογραφεὺς ὁ εἷς αὐτῶν Παβοῦς ὁ προγεγραμμένος. Παβοῦς καὶ Πανομγεῦς καὶ Ὀννῶφρις καὶ Σεγάθιος οἱ τέσσαρες Ἁρπαγάθου ἡ μὲν Σεγάθιος μετὰ κυρίου ἐμοῦ Παβοῦτος ὁμολογοῦμεν ἀπέχειν παρὰ τοῦ Πανομγέως τὰς τοῦ ἀργυρίου δραχμὰς ἑκατὸν τριακονταὲξ καὶ τοὺς τόκους καὶ οὐδὲν ἐνκαλοῦμεν ὡς πρόκειται. Παβοῦς ἔγραψα ὑπὲρ τοῦ Ὀννώφρεως καὶ τῆς Σεγάθιος ἀγραμμάτων. Πανομγεῦς Ἁρπαγάθου συναπέχω ὡς πρόκειται. Πανομγεῦς Ἁρπαγάθου γέγονε εἴς με ἡ ἀποχὴ ὡς πρόκειται. Τεσενοῦφις Τεσενούφεως ἔγραψα ὑπὲρ αὐτοῦ ἀγραμμάτου. κατεχωρίσθη ιδ ἔτους Θὼθ λ.