Ancient Greek
1328.r.45 to 1328.v.4
Documentary Papyri, Psi 13 1328.r.45-1328.v.4
Not analysed yet
καὶ ἀναβολῶν καὶ χρηστηρίων πάντων καὶ ἀνήκοντα, καὶ ὁμοίως τρίτου μέρους ἐκ τοῦ Ποιτίωνος κλήρου σιτικῶν μοναρτάβου ἀρουρῶν δεκαὲξ ὀγδόου καὶ ὡσαύτως τρίτου μέρους ἐκ τοῦ Διονυσοδώρου κλήρου εντο…λικουεναμπελ…ου ἀρουρῶν δέκα καὶ ἐωνημένης εἰς κατοικίαν ἀρούρης ἥμισυ ἔνατον δηλωθεισῶν καὶ τῶν γειτνιῶν ἐφʼ οἷς ἄλλοις τὸ χειρόγραφον περιέχει, τῆς δὲ ἀποδόσεως μὴ γεγονυίης ἐδημοσίωσα τὸ δηλούμενον χειρόγραφον ὑπομνήματι τῷ δ ἔτει Ἁθύρ ὅπερ ὑποτέταχα ἑτέρῳ ὑπομνήματι τῷ ἐνεστῶτι ἔτει Τῦβι, οὗ καὶ ἀντίγραφον μετεδόθη τῷ Ἀπολλωνιανῷ τῷ καὶ Διονυσίῳ ἐνωπίῳ διʼ Ἀμμωνίου ἀρχιδικαστικοῦ ὑπηρέτου ἀκολούθως ταῖς οὔσαις ὑπὸ τὸ τῆς δημοσιώσεως ὑπογραφαῖς, καὶ μηδʼ οὕτως τῆς ἀποδόσεως γεγονυίης βούλομαι τὴν πρᾶξιν ἀνύσασθαι καὶ δέον ἡγοῦμαι ἐπὶ τοῦ διαλογισμοῦ συνκρῖναι γραφῆναι τοῖς τοῦ Ὀξυρυνχείτου στρατηγῷ καὶ ξενικῶν πράκτορι συντελεῖν μοι τὴν πρᾶξιν τοῦ προκειμένου κεφαλαίου καὶ τῶν τόκων ἐκ τῶν προκειμένων καὶ ἐξ ὧν ἐὰν ἄλλων παραδεικνύω τοῦ ὑποχρέου εἰς ἐνεχυρασίαν ἐπὶ τῶν τόπων ὑπαρχόντων καὶ ἑτέρων ἀπαραποδίστως, τοῖς προστεταγμένοις ἀκολούθως ὡς καθήκει. ἔτους η Λουκίου Σεπτιμίου Σεουήρου εὐσεβοῦς Περτίνακος καὶ Μάρκου Αὐρηλίου Ἀντωνίνου εὐσεβοῦς σεβαστῶν, μηνὸς Γερμανικείου ιη. σεσημείωμαι. τούτου ὄντος καὶ ἐσχηκότος μου ενι…στο…ο… ὀμνύω τὸν ἔθιμον Ῥωμαίοις ὅρκον ἀληθῆ εἶναι ταῦτα καὶ μηδὲν ὑπεναντίον ᾠκονομῆσθαι μηδὲ ἔχειν τι ἕτερον εἰς τὰ πρασσόμενα, ἀπερίλυτον δὲ εἶναι τὴν ὀφειλήν, καὶ δέον ἡγοῦμαι τὰ ἀκόλουθα γενέσθαι ὡς καθήκει. ἔτους θ Αὐτοκρατόρων Καισάρων Λουκίου Σεπτιμίου Σεουήρου εὐσεβοῦς Περτίνακος Ἀραβικοῦ Ἀδιαβηνικοῦ Παρθικοῦ μεγίστου καὶ Μάρκου Αὐρηλίου Ἀντωνίνου εὐσεβοῦς σεβαστῶν καὶ Πουβλίου Σεπτιμίου Γέτα Καίσαρος σεβαστοῦ, Παῦνι. …Πτολεμ ἐνεχ Ἀπολλωνι