Ancient Greek
PSI 13 1329
Documentary Papyri, Psi 13 1329
Not analysed yet
Ἀνουβίωνι στρατηγῷ Ὀξυρυγχείτου Ἀριστίων Ἡρακλείδου τοῦ Σαραπ μητρὸς Εὐδαιμονίδος ἀπʼ Ὀξυρύγχων πόλεως. ὀμνύω τὴν τοῦ κυρίου Μάρκου Αὐρηλίου Σεουήρου σεβαστοῦ τύχην εὐθέως ἑκουσίως καὶ αὐθαιρέτως ἐγγυᾶσθαι πρὸς μόνον τὸ ἐνεστὸς ἔτος κα Σαραπιάδειον τὴν καὶ Ἀντωνίαν Ἀπολλωνίου τοῦ Ἑρμογένους Ἀντινοίδα, ἥνπερ παρέξομαι ἐμφανῆ ὁπόταν ἐπιζητηθῇ. πρὸς μόνον τὸ κα ἔτος ταύτην παραστήσω σοι· εἰ δὲ μὴ παραστήσω αὐτήν, αὐτὸς ὑφέξομαι τὸν ὑπὲρ αὐτῆς λόγον, ἢ ἔνοχος εἴημαι τῷ ὅρκῳ. παρέσχον δὲ ἐμαυτοῦ ἐνγυητὴν Διονύσιον Σερήνου ἐπικαλουμένου Πεζᾶ μητρὸς Θαήσιος ἀπὸ τῆς αὐτῆς πόλεως παρόντα καὶ εὐδοκοῦντα. …