Ancient Greek
PSI 13 1331
Documentary Papyri, Psi 13 1331
Not analysed yet
Ὑπερήφανος Σενθῶνι τῇ ἀδελφῇ πλεῖστα χαίρειν. τὸ προσκύνημά σου ποιῶ παρὰ τῷ κυρίῳ Σαράπιδι. ἔπεμψά σοι πάσας ἐπιστολὰς καὶ οὐκ ἀντέγραψάς μοι περὶ τῶν σάκκων ὧν σοι ἔπεμψα. καὶ διὰ μαγείρου ἄλλην σοι κύθραν ἔπεμψα μέλιτος, καὶ νῦν κόμισαι παρὰ τοῦ ναυτικοῦ ἄλλην κύθραν μέλιτος καὶ κερβικάριον μεστὸν φοινίκων, ὅπως λαβών, τὸ κερβικάριον πλύνας, πέμψον μοι ἵνα μάθω εἰ ἔλαβες. καὶ ἐγὼ γὰρ ἤθελον ἀναβῆναι, ἀλλὰ τὰ πράγματά μου οὔπω ἐγένετο εὔλυτα πρὸς ὃ βλέπω. τάχα καὶ ἐγὼ δύναμαι ἀναβῆναι τῇ ἑορτῇ. ἄσπασαί σου τὴν μητέρα Θεανοῦν καὶ τὴν ἀδελφὴν καὶ τοὺς σοὺς πάντας. ἀλλὰ πέμπε μοι περὶ ὧν σοι ἔπεμψα, ἵνα μάθω εἰ ἔλαβες. καὶ λέγε Ἀπολλωνίῳ τῷ τοῦ βασιλικοῦ ὅτι εὗρον κελλάριον ἐξηρτισμένον δραχμῶν κ, κοτυλῶν …· οὐχ εὗρον γὰρ δραχμῶν η ὡς πρὸς ὃ ἔδωκάς μοι, ἀλλὰ τοῦτο εὗρον ἐξηρτισμένον καινὸν σὺν δέρμασι, σύμπαντι δραχμῶν κ. ἐὰν θέλῃς, δήλωσόν μοι καὶ πέμψω σοι. ἔρρωσο. Τῦβι δ. ἀπόδος Σενθῶνι ἐπὶ τῇ πλατείᾳ τοῦ θεάτρου παρὰ Γάιον ἀπὸ Ὑπερηφάνου ἀδελφοῦ κασσιτερουργόν.