Ancient Greek
PSI 13 1330
Documentary Papyri, Psi 13 1330
Not analysed yet
ἀντίγραφον μισθώσεως Αὐρηλίῳ Διογένει Ἁρποκρατίωνος βουλευτῇ τῆς λαμπροτάτης πόλεως τῶν Ἀλεξανδρέων καὶ ὡς χρηματίζει ἐνάρχῳ πρυτάνει βουλευτῇ τῆς λαμπρᾶς καὶ λαμπροτάτης Ὀξυρυγχιτῶν πόλεως παρὰ Αὐρηλίου Ζωίλου Ζωίλου γυμνασιάρχου βουλευτοῦ τῆς αὐτῆς πόλεως. ἑκουσίως ἐπιδέχομαι μισθώσασθαι πρὸς μόνον τὸ ἐνεστὸς β ἔτος τὰς ὑπαρχούσας τῇ πόλει περὶ τὸ Ἰσῖον Παγγᾶ ἄμμου ἐξυσμένης ἀρούρας δεκαὲξ ἥμισυ ὥστε σπεῖραι καὶ ξυλαμῆσαι οἷς ἐὰν αἱρῆται γενήμασι χωρὶς ἰσάτεως καὶ ἐχομενίου φόρου ἀποτάκτου δραχμῶν …ἅσπερ βεβαιουμένης μοι τῆς μισθώσεως ἀποδώσω τῷ Παχὼν μηνὶ ἀνυπερθέτους καὶ ἀκινδύνους παντὸς κινδύνου τῶν τῆς γῆς δημοσίων πάντων ὄντων πρὸς τὴν πόλιν τὴν καὶ κυριεύουσαν τῶν καρπῶν ἕως ἂν τὰ ὀφειλόμενα ἀπολάβῃ ……θα…