Ancient Greek
PSI 13 1334
Documentary Papyri, Psi 13 1334
Not analysed yet
Τρύφωνι πατρὶ Ἀμμώνιος χαίρειν. οὐ παύομαι διʼ ὄχλου σοι γεινόμενος περὶ τῆς ἐργασίας τῶν πραγμάτων ἵνα μὴ ὕστερον ἐν ἀμελείᾳ γενομένων κινδυνεύσῃς μετὰ τῶν υἱῶν σου, εἴ γε κήδῃ αὐτῶν. ἐπέστειλά σοι γὰρ μυριαντάκις ὥστε σε ἀποστεῖλαι τὰ κτήνη πρός με εἰς Σενέπτα ἐπὶ τὰ μοσχεύματα, ὅπως φυτεύσωμεν ὅλον τὸ μέγα χωρίον …ουτου …έχων …πα… α…α ἐν αὐτῷ. καὶ ἂν νῦν οὖν αὐθωρὸν δεξάμενός μου τὰ γράμματα νουθέτησον αὐτὸν καὶ ποίησον τὰ νεοφυτεῖα ποτισθῆναι καὶ ἀπόστειλον τὰ κτήνη εἰς Σενέπτα πρός με ἐπὶ τὰ μοσχεύματα ἐξ ἑωθινοῦ. κέκριται γὰρ τὸ μέγα χωρίον ὅλον φυτευθῆναι. νὴ γὰρ τὴν σωτηρίαν μου, ἐὰν μὴ τοῦτο ποιήσῃς ἐγὼ αὐτὸς ἔρχομαι καὶ ἀναμοχλεύσω τὸ σὸν νεοφυτεῖον καὶ κατατίθημι εἰς τὸ τοῦ γεούχου, εἴ γε τοιαύτης φύσεως εἶ. προτέθεικας γὰρ σεαυτῷ ὡς ἐκ τούτου ἀναστατωθῆναι. ἐρρῶσθαί σε εὔχομαι.