Ancient Greek
PSI 13 1335
Documentary Papyri, Psi 13 1335
Not analysed yet
……ων βοικῶν …,ἄρακος ἀρτάβας …,ἀχύρου τὸ ἀνάλογον, ἔτι τε καὶ …μένης ἐπαντληθῆναι γῆς …πυροῦ ἀρτάβας διακοσίας καὶ …προ… τῶν ἀμπελικῶν κτημάτων καὶ διαγραφὴν τῶν γνησίων ἀργυρικῶν τελεσμάτων ἀργυρίου τάλαντα δύο . μέχρι δεῦρο οὔτε παρεγένου οὔτʼ ἔπεμψας οὐδένα οὐδέ τι τῶν προκειμένων· φανερόν ἐστιν ὅτι οὐ μόνον ἐν παρέργῳ ἔσχες μου τὰ γράμματα, ἀλλὰ καί, ἵνα μετὰ παρρησίας εἴπω, καὶ τῶν πραγμάτων ἠμέλησας οὐκ ὀλίγων ὄντων. ὡς καὶ πρότερόν σοι ἔγραψα, συνεῖλον ὅτι ἡ τιμὴ τῶν ἀμπελικῶν κτημάτων συνάγει ὑπὲρ ……ρο… …γίαν δʼἑπομένων …ων ……προειρημένων καὶ τῆς …ας προ…α…θεια… …αι μοι δυνάμεως ἢ μεθόδου εἰς ταῦτα ἐξευρισκομένης, ἀλλὰ μόνον πάσῃ ὥρᾳ ὀδύρεσθαι καὶ νοσεῖν τὴν ψυχήν. τούτων δὲ πάντων ἐπόπτης γενόμενος ὁ ἀξιολογώτατος Διοσκουρίδης ὁ φίλος τοῦ κυρίου μου Ἀφροδεισίου κατʼ ὄψιν σοι μαρτυρήσει, καὶ τὴν αἰτίαν διʼ ἣν καὶ νῦν οὐκ ἐδυνήθην ἐξορμῆσαι πρός σε σὺν αὐτῷ πάντων τῶν προειρημένων χάριν πάλιν σοι αὐτὸς διηγήσεται. εὐφημότερον γὰρ ἡγησάμην τὸ μή σοι γράψαι· ἐὰν γὰρ γένωμαι πρός σε σὺν θεῷ ἀκριβέστερόν σοι διασαφήσω. καὶ νῦν δὲ ἀναγκαῖόν ἐστίν σε ὑπομνῆσαι, κύριέ μου, ὅτι εἰς ὅσον ἑκάστοτε διὰ γραμμάτων σε πληροφορῶ περὶ τῶν ὄντων ἐν τοῖς ἐνθάδε πράγμασιν ἐγὼ οὐκ ἔσομαι αἴτιος ἀμελείας οὐδὲ ὑπὸ μέμψιν ἢ κίνδυνόν τινα. ἐρρῶσθαι εὐτυχοῦντα πανοικεσίᾳ πᾶσι θεοῖς εὔχομαι. ἔτους δ, Χοίακ ιγ. Αἰλίωι Ὀρόντῃ ἐπιτρόπῳ Αἰλίου Ἀφροδεισίου ἀπὸ Μουσείου