Ancient Greek
PSI 13 1336
Documentary Papyri, Psi 13 1336
Not analysed yet
……δ…ολαι ……η…ενει ἀγωνισαι, ἐὰν ……ημω… μέλλῃ παραγείνεσθαι ……α. βίωσον δὲ σὺν τῷ υἱῷ μου …παρʼ ἐμαυτῷ τοῦ λείποντός μοι …ου τὴν παρηγορίαν. παρακάλεσον δὲ Βρασίδαν εἰς τοῦτο καὶ Διονύσιον καὶ τὸν κύριον ἡμῶν Ἀντίοχον, ἵνα εἰς τοῦτό σοι βοηθήσωσιν. ὅρα δέ μου τὸ παιδίον ὡς παιδίον, μὴ πάντοτε αὐτῷ ἐπικειμένη, ἀλλʼ ἔα αὐτόν· οὐκ οἶδεν γὰρ ὅτι ἡμεῖς αὐτῷ οὐδένες ἐσμέν, τῆς γὰρ κυρίας ἡμῶν ἁρπαγείσης. ἐκείνη γὰρ αὐτῷ ἦν καὶ πατὴρ καὶ μήτηρ καὶ πάντα, οὐδὲ μόνον αὐτῷ ἀλλὰ καὶ πᾶσιν ἡμῖν ……ἐν τάχει μοι δήλωσον ……σα… …παρʼ Ἀλκιβιάδου.