Ancient Greek
PSI 14 1404
Documentary Papyri, Psi 14 1404
Not analysed yet
Ἀπολλώνιος Μάκρωνι τῷ υἱῶι χαίρειν καὶ ὑγιαίνειν. ἐκομισάμην διὰ Θοώνιος ἐλαίας δραχμῶν μ. οὐ πέμπω δέ σοι ἐπιμήνια διὰ τὸ μὴ εὑρίσκειν ἀσφαλῆ ἄνθρωπον καὶ διὰ τὰ πράγματα ἅ μεταλαμβάνω. πλήρης δὲ ἐν τοῖς δημοσίοις ἐρωτῶ σε παραγείνεσθαι ἰδίᾳ· ὀλιγωρῶ γὰρ περὶ σοῦ· μὴ ἵνα σκύλῃς με ἐλθεῖν ἐπὶ σέ. Ἀμμώνιος δὲ οὐκ ἠθέλησεν δέξασθαι ἐπιμήνια, ἐπεὶ ὑπῆγεν εἰς ἐμβολήν. ὅρα δὲ μὴ ἀπολέσῃς σεαυτὸν εἰς τὰ ἔργα επρα…θα …ε ἐαν ε…ευ… ἀσπάζου Ἀπολλώνιον ἀδελφόν. ἐὰν δὲ …ἀσπάζου τοὺς ἐν οἴκῳ πάντας. ἔτους β Τιβερίου Κλαυδίου Καίσαρος σεβαστοῦ …ἀπόδος Παχόιτι …