Ancient Greek
PSI 14 1405
Documentary Papyri, Psi 14 1405
Not analysed yet
ἔτους ὀκτωκαιδεκάτου αὐτοκράτορος καίσαρος Τραιανοῦ Ἁδριανοῦ σεβαστοῦ, Φαῶφι ια, ἐν …ι τῆς Ἡρακλείδου μερίδος τοῦ Ἀρσινοίτου νομοῦ. ὁμολογεῖ Τρύφων Ἀκείους ὡς ἐτῶν ξ οὐλὴ ποδὶ δεξιῷ ἀπὸ κώμης Ναρμούθεως τῆς Πολέμωνος μερίδος Ἁρπάλῳ Ἁρπάλου ὡς ἐτῶν λ οὐλὴ καρπῷ ἀριστερῷ πεπρακέναι αὐτῷ τὸν ὁμολογοῦντα τὴν ὑπάρχουσαν αὐτῷ ἵππον θήλειαν μυόχρουν ταύτην τοιαύτην ἀναπόρριφον καὶ ἀπέχειν τὸν ὁμολογοῦντα τὴν συνπεφωνημένην τιμὴν πᾶσαν ἐκ πλήρους παραχρῆμα διὰ χειρὸς ἐξ οἴκου ἀργυρίου δραχμὰς ὀγδοήκοντα καὶ βεβαιώσειν τὸν ὁμολογοῦντα τὰ κατὰ τὴν πρᾶσιν ταύτην ὑπὲρ παντὸς τοῦ ἐπελευσομένου διὰ παντὸς πάσῃ βεβαιώσει. ὑπογραφεῖς Τρύφων Ἀκίους πέπρακα τὴν ἵππον καὶ ἀπέχω τὴν τιμὴν καθὼς πρόκιται. …