Ancient Greek
PSI 14 1421
Documentary Papyri, Psi 14 1421
Not analysed yet
……δειος ……νως ὑποκλέψας τὸ βιβλίον τῆς συνγραφῆς τῆς γενομένης μετὰ τῆς …ς τῆς αὐτῆς γαμετῆς μου ὡς ἵνα ἐξ ἀνάγκης ἐκδῶ γράμματα τῇ μητρὶ τῆς γαμετῆς ὡς εἰληφὼς τὸ μέρος τῶν πατρῴων πραγμάτων, μᾶλλον δὲ διασχίσαι τὸν γάμον βουλόμενος. ἀλλότριος ὢν τοῦ τοιούτου ζητήματος καὶ μὴ φέρων τοσαύτην πλεονεξίαν ἐπιδίδωμι τὰ βιβλία ἀξιῶν τὴν γινομένην κατʼ ἐμοῦ βίαν ὑπὸ τοῦ αὐτοῦ Μακεδονίου ἀνασταλῆναι. Αὐρήλιος Σατορνῖλος ἐπιδέδωκα. Αὐρήλιος Εὐλόγιος ἔγραψα ὑπὲρ αὐτοῦ γράμματα μὴ εἰδότος.