Ancient Greek
PSI 14 1422
Documentary Papyri, Psi 14 1422
Not analysed yet
……δεκ… …νοσφ… …ετερ… …λικης …ωνιερου …ικωνδε …και… …υ ……εν ……ον ……νιου…νεικης …ασσυν…ιαιδωνα… …κ…τουσπαρ…νετ… τῆς δὲ …ι παρασχούσης τὰς δόξας τῶν κα…ν ὀλιγωτέρας ἔσπευσα παρὰ τὰ ἴχνη ὑμῶν τῶν κυρίων τῆς ὅλης οἰκουμένης, σωτήρων δὲ ἐμοῦ ἀνδρὸς μετρίου πολλὰ καμόντος. εἴκοσι γὰρ καὶ ὀκτὼ ἔτη μέχρι νῦν ἀγωνιστὴς τυγχάνω φοιτῶν ἐν τοῖς ἀγομένοις ἀγῶσιν ὑπὲρ τῆς ὑμῶν νίκης καὶ αἰωνίου διαμονῆς, καὶ ἐν τούτοις τρεφόμενος ἐπεύχομαι Διὶ Ὀλυμπίῳ ταῖς ἀειδίοις εὐχαῖς διαφυλάττειν καὶ ἐπαύξειν εἰς μακροὺς αἰῶνας τὴν ὑμετέραν ἀρχὴν καὶ οὕτως με τυχεῖν τῆς ἀφʼ ὑμῶν τῶν κυρίων εὐεργεσίας. ἐπεὶ γὰρ ἤδη ὑπὲρ πεντήκοντα ἔτη προβαίνω τῇ ἡλικίᾳ καὶ εἰς γῆρας τρέπομαι, πρόσειμι διὰ ταύτης μου τῆς δεήσεως ἀξιῶν, ἐὰν δοκῇ τῇ οὐρανίῳ ὑμῶν τύχῃ, χαρίσασθαί μοι ὑπηρεσίας ἐν Αἰγύπτῳ τάξιν κήρυκος παρὰ τῇ τῆς Ἑπτανομίας ἐπιτροπῇ. πάλαι τέτακται καὶ ὑπὸ τῶν θεῶν προγόνων ὑμῶν τῶν κυρίων ἄλλον μηδένα ἐν ὑπηρεσίᾳ εἶναι, μόνους τοὺς ἐν ἀσκήσει καὶ πόνοις γεγενημένους ἀγωνιστάς. ταύτης γὰρ τῆς τάξεώς μοι δοθείσης ὑπὸ τῆς οὐρανίου ὑμῶν τύχης ……ἀπὸ τῆς θεοφιλεστάτης ὑμῶν εὐεργεσίας …