Ancient Greek
PSI 14 1426
Documentary Papyri, Psi 14 1426
Not analysed yet
τῷ ἀδελφῷ Ἀλεξάνδρῳ Γερώντιος. κατὰ τὴν ἐπιταγὴν τὴν ἐπιταγεῖσαν παρʼ ἐμοῦ τῶν δύο ἐχθεγίων, δύο ἀπὸ ἑκάστου τριμησίου, καὶ τοῦ ἄλλου …πορφυρειν, ὑπὲρ ὧν καὶ αὐτὸς ἐδέξου τοῦ ἑνὸς χρυσίνου τὸν σῖτον, ἢ τὰς ἐπιταγὰς ἀπόστειλον, ἤγουν τοῦ αὐτοῦ χρυσίνου θέλησον λαβεῖν πορφύριν καλόν· εἰ δὲ οὐδὲ τοῦτον θέλεις χρησιμεῦσαι μοι, ἤγουν τὸν αὐτὸν χρύσινον θέλησον ἀποστεῖλαί μοι μετὰ τοῦ γραμματηφόρου ἢ Μαξίνου τοῦ κλιβαναρίου ἢ τοῦ τούτου παιδὸς Χρυσαφίου. ε…θιοπολ