Ancient Greek
PSI 14 1424
Documentary Papyri, Psi 14 1424
Not analysed yet
Αὐρήλιος Θεωνᾶς καὶ Διονυσόδωρος ἀμφότεροι στόλαρχοι ὅρμῳ Μεμφιτῶν. ἐπειδὴ διαμαρτυρίαν προθέμενος ἐν τῇ αὐτῇ Μεμφιτῶν πρὸ τῇ οἰκίᾳ τοῦ πραιποσίτου τῶν ἐνταῦθα στρατιωτῶν Ἐ…δεως ἐπʼ ὀνόματος τοῦ …ἀναλωμάτων. διὰ τοῦτο ἐξεδόμεθα ταύτην τὴν χεῖρα τῷ ἐπιμελητῇ Ταυρίνῳ καιοτουτουπαυλου ατηρ πρὸς ἀσφάλειαν ὡς πρόκιται. Αὐρήλιος Θεωνᾶς καὶ Διονυσώδωρος στόλαρχοι Μεμφιτῶν ἐξεδόμεθα ταύτην τὴν χεῖρα καὶ μαρτυρούμεθα πᾶσι τοῖς ἐγγεγραμένοις ὡς πρόκιται. ἐγράφη διʼ ἐμοῦ Μαρκελίνου τριβούνου βοηθοῦ χεῖρα στολάρχων.