Ancient Greek
PSI 15 1526 (Estratto)
Documentary Papyri, Psi 15 1526
Not analysed yet
Ἱέρακι στρατηγῷ Ἀρσινοίτου Ἡρακλείδου μερίδος παρὰ Ἀπολλωνίου τοῦ Διοσκόρου ἀπὸ κώμης Βακχιάδος. Ὀρσενοῦφις Ψενατύμεως καὶ Ψενατῦμις Ὀρσενούφεως οἱ β βοοτρόφοι ἐπῆλθαν ἃς ἔχω νομὰς χόρτου ἐν πεδίῳ τῆς κώμης καὶ ἐβάσταξαν τὸ πλεῖστον μέρος καὶ ἔλυσαν τὰς ἑαυτῶν βοῦς, ὅθεν οὐκ ὀλίγον βλάβος ἐπηκλούθηκέναι εἰάθη καὶ ἀξιῶ ἀχθῆναι αὐτοὺς ἐπὶ σέ ὅπως τύχω διὰ τῆς σῆς βοηθείας. διευτύχει. Ἀπολλώνιος ὡς ἐτῶν λ οὐλὴ δακτύλῳ μικρῷ χειρὸς ἀριστερᾶς. ἔτους κγ Ἀντωνίνου Καίσαρος τοῦ κυρίου Ἐπεὶφ ιε.