Ancient Greek
PSI Congr. 11 9
Documentary Papyri, Psi 15 1527
Not analysed yet
…κ… παρὰ Σαραπίωνος Δημητρίου τοῦ Κολύλιος μητρὸς …νόης τῶν ἐξηγητευκότων τῆς Ὀξυρυγχιτῶν πόλεως. ἐξομολογοῦμαι καὶ ἀπογράφομαι κατὰ τὰ κελευσθέντα ὑπὸ Σεμπρωνίου Λιβεραλίου τοῦ ἡγεμονεύσαντος ἣν ἔχω ἐπʼ ὀνόματος Διονυσίου Ἀπίωνος τοῦ Ἑρμοδώρου μητρὸς Διδύμης ἀπὸ τῆς αὐτῆς πόλεως πίστιν ὧν ἐδάνεισα ἐπʼ ὀνόματος αὐτοῦ Πετοσίρει τῷ καὶ Σαραπίωνι καὶ Ἑρμῇ ἀμφοτέροις Ὀννώφριος τοῦ Πετοσίριος μητρὸς Ν…ς ἀπὸ κώμης Τυχινφάγων τῆς κάτω τοπαρχίας ἀργυρίου δραχμῶν δισχιλίων τριακοσίων κεφαλαίου καὶ τόκων κατὰ χειρόγραφον γεγονὸς τῷ Φαμενὼθ τοῦ τρεισκαιδεκάτου ἔτους θεοῦ Αἰλίου Ἀντωνίνου, ὅπερ καὶ δημοσιώσας ἐπʼ ὀνόματος τοῦ αὐτοῦ Διονυσίου διὰ τοῦ καταλογείου μετέδωκα τοῖς ὑποχρέοις διὰ στρατηγικοῦ ὑπηρέτου, πρὸς ἃ καὶ ἐτελειώθη τὰ ἑξῆς μετὰ τῆς τοῦ Διονυσίου νομίμης ἐνεχυρασίας καὶ προσβολῆς καὶ καταγραφῆς ἀπ’ Ἀλεξανδρείας κατὰ ὑπαρχόντων ἀμφοτέρων αὐτῶν ὑποχρέων περὶ τὴν κώμην Τυχινφάγων ἐκ τοῦ Εὐηνορος κλήρου ἀρουρῶν τριῶν καὶ ἐκ τοῦ Μοσχίδου ἀπὸ ἀρουρῶν δεκατριῶν ἀρουρῶν τεσσάρων καὶ ἐκ τοῦ …αχίδου ἀρουρῶν ἑπτὰ ἡμίσους τετάρτου, τοῦ δὲ ἑνὸς αὐτῶν Πετοσίριος τοῦ καὶ Σαραπίωνος ἐν κώμῃ Τυχινφάγων οἰκίας διστέγου καὶ αὐλῆς καὶ τούτων ψιλῶν τόπων …