Ancient Greek
PSI 15 1531
Documentary Papyri, Psi 15 1531
Not analysed yet
Πάτρωνι ἐξηγητεύσαντι υἱῷ Γεμείνου γεγυμνασιαρχηκότος τῆς Ἀρσινοιτῶν πόλεως καὶ Ἡρακλείῳ τῷ καὶ Φιλαντινόῳ τῶν ἱερονικῶν καὶ ἀτελῶν καὶ Πολίττᾳ ἀδελφῇ διὰ τοῦ πρὸς πατρὸς θείου Μουνατίου τοῦ καὶ Σαραπάμωνος Ἀντινοέων παρὰ Παπόντωτος Ὀρσέως καὶ Ἡρώδου υἱοῦ τῶν δύο ἀπὸ κώμης Κερκεσούχων Ὄρους Πολέμωνος μερίδος. βουλόμεθα μισθώσασθαι παρʼ ὑμῶν ἐξ ἀλληλεγγύης τὰς ὑπαρχούσας ὑμῖν περὶ τὴν προκειμένην κώμην Κερκεσοῦχα κλήρου κατοικικοῦ ἀρούρας δεκατέσσαρας ἢ ὅσας ἐὰν ὦσι ἐν μιᾷ σφραγῖδι ἐν τῷ λεγομένῳ Τίμωνος εἰς ἔτη ἓξ ἀπὸ τοῦ εἰσιόντος τετάρτου ἔτους, τὸ μὲν πρῶτον καὶ τρίτον καὶ πέμπτον ἔτος εἰς σπορὰν πυροῦ, ἐκφορίου ἐπὶ τὴν τριετίαν κατʼ ἔτος σὺν αἷς λημψόμεθα σπερμάτων ἀρτάβαις δέκα τοῦ παντὸς κατʼ ἔτος πυροῦ ἀρταβῶν ἑκατὸν τριάκοντα ἓξ, τῷ δὲ δευτέρῳ καὶ τετάρτῳ καὶ ἕκτῳ ἔτει εἰς σπορὰν χόρτου καταβρώματος προβάτων, φόρου ἐπὶ τὴν τριετίαν κατʼ ἔτος ἀσπερμὶ ἀργυρίου δραχμῶν διακοσίων ἑξήκοντα καὶ θαλλῶν κατʼ ἔτος ἕκαστον ἄρτου ἀρτάβην μίαν ἥμισυ καὶ ζύμης ἠρτυμένης ἀρτάβην μίαν καὶ τυρῶν βοικῶν ἑκατὸν πάντων ἀνυπολόγων καὶ ἀκινδύνων, καὶ ἐπιτελέσομεν τὰ κατʼ ἔτος τῶν ἀρουρῶν ἔργα πάντα ὅσα καθήκει ἐκ τοῦ ἰδίου τοῖς δέουσι καιροῖς βλάβος μηδὲν ποιοῦντες, καὶ τὰ ἐκφόρια ἀποδώσομεν κατʼ ἔτος μηνὶ Παυνὶ ἐφʼ ἅλῳ τῆς κώμης ἑκάστῳ κατὰ τὸ ἐπιβάλλον αὐτῷ μέρος νέα καθαρὰ ἄδολα μέτρῳ τετραχοινίκῳ τῷ συνήθει δ… …τω…