Ancient Greek
PSI 15 1530
Documentary Papyri, Psi 15 1530
Not analysed yet
……Λουκίου Αὐρηλίου Οὐήρου Σεβαστοῦ Ἀρμενιακοῦ Μηδικοῦ Παρθικοῦ μεγίϲτου …διὰ γραφείου Πτολεμαίδος Δρυμοῦ τῆς Θεμίστου μερίδος τοῦ Ἀρσινοίτου νομοῦ. ὁμολογεῖ Ἑλένη ἀπὸ τῆς μητροπόλεως ἀναγραφομένης ἐπ’ ἀμφόδου …ὡς ἐτῶν δεκαεννέα ἄσημος μετὰ κυρίου τοῦ …τοῦ Πτολεμαίου ἀπὸ τοῦ αὐτοῦ ἀμφόδου ὡς ἐτῶν …οὐλὴ …ἀριστερᾷ Ἀρσινόῃ Ἁρπάλου τοῦ Ἀπολλωνίου ἀπὸ …ων ὡς ἐτῶν εἴκοσι τριῶν ἀσήμῳ μετὰ κυρίου τοῦ ἀνδρὸς …Ἡρώδου τοῦ Κρονίωνος ὡς ἐτῶν εἴκοσι ἔχειν τὴν ὁμολογοῦσαν Ἑλένην παρὰ τῆς Ἀρσινόης παραχρῆμα διὰ χειρὸς ἐξ οἴκου δραχμὰς τετρακοσίας ἀρραβῶνα ἀναπόρριφον ἀπὸ ἀργυρίου δραχμῶν …τῆς πρὸς ἀλλήλους συμπεφωνημένης τιμῆς τῆς …διαταγείσης αὐτῇ ὑπὸ Πρωτοῦτος Ἡρακλᾶ τοῦ Ἡρώδου ἀπὸ κώμης Τεβτύνεως, καθ’ ὃ ἔθετο συγχώρημα τῷ τετάρτῳ καὶ …ἔτει θεοῦ Αἰλίου Ἀντωνίνου μηνὶ Τῦβι διὰ τοῦ αὐτοῦ γραφείου, ὃ καὶ ἐλύθη τῷ …ἔτει Ἀντωνίνου καὶ Οὐήρου τῶν κυρίων Σεβαστῶν μηνὶ …ἐπὶ Οὐεγέτου στρατηγήσαντος Ἡρακλείδου μερίδος, οἰκίας διστέγου καὶ αὐλῆς καὶ τῶν συγκυρόντων πάντων ἐν κώμῃ Τεβτύνει τῆς Πολέμωνος μερίδος, ἧς γείτωνες, καθὼς ἐκ συμφώνου ὑπηγόρευσαν, νότου …Κρονίωνος …