Ancient Greek
PSI 15 1547
Documentary Papyri, Psi 15 1547
Not analysed yet
Αὐρηλίῳ Λεωνίδῃ στρατηγῷ Ὀξυρυγχίτου παρὰ Αὐρηλίου Σαραπίωνος πράκτορος στεφανικῶν μητροπολιτικῶν λημμάτων Παείμεως τόπων. κατ’ ἄνδρα διαστολὴ ἀριθμήσεως μηνὸς Ἁθὺρ τοῦ ἐνεστῶτος θ ἔτους Μάρκου Αὐρηλίου Σεουήρου Ἀλεξάνδρου Καίσαρος τοῦ κυρίου. ἔστι δέ· λημμάτων τοῦ ἐνεστῶτος θ ἔτους προχρείας πράκτορος δραχμαὶ ρ καὶ ἐξ ἐπιστάλματος δραχμαὶ ιγ γίνονται τῆς διαστολῆς δραχμαὶ ριγ ἔτους θ Αὐτοκράτορος Καίσαρος Μάρκου Αὐρηλίου Σεουήρου Ἀλεξάνδρου Εὐσεβοῦς Εὐτυχοῦς Σεβαστοῦ Χοιὰκ γ. Αὐρήλιος Σαραπίων ἐπιδέδωκα.