Ancient Greek
PSI 15 1548
Documentary Papyri, Psi 15 1548
Not analysed yet
Αὐρηλίῳ Ὥρῳ τῷ καὶ Ἀγαθῷ Δαίμονι στρατηγῷ Ἡρακλεοπολίτου ἐπακολουθοῦντος Αὐρηλίου Λεωνίδου ὑπηρέτου. Αὐρήλιος Εὐδαίμων Σαραπάμμωνος μητρὸς Ταφαμάιτος ἀπὸ κώμης Ταλαὼ τοῦ Ὀξυρυγχίτου νομοῦ κυβερνήτης πάκτωνος ἀγωγῆς ἀρταβῶν ρν ὀμνύω τὴν Μάρκου Ἀντωνίου Γορδιανοῦ Καίσαρος τοῦ κυρίου τύχην ἐμβαλέσθαι ἐν τῷδε τῷ ὅρμῳ Καινῆς εἰς τὸν προκείμενον πάκτωνα ξύλων τῶν κελευσθέντων ὑπὸ τοῦ λαμπροτάτου ἡγεμόνος Αὐρηλίου Βασιλέως συλλέξαι εἰς χρείας τῶν γενναιοτάτων στράτευμάτων ἅσπερ κατάξω εἰς τὴν λαμπροτάτην Ἀλεξάνδρειαν ἀμέμπτως ἢ ἔνοχος ἔσομαι τῷ ὅρκῳ. …