Ancient Greek
PSI 3 159
Documentary Papyri, Psi 3 159
Not analysed yet
ἔτους τεσσαρακαιδεκάτου Αὐτοκράτορος Καίσαρος Τίτου Αἰλίου Ἁδριανοῦ Ἀντωνείνου Σεβαστοῦ Εὐσεβοῦς Φαρμοῦθι ε. διαγραφὴ διὰ Σαβείνου τραπέζης Ταμείων Σαραπίων Ἰσχυρίωνος Θέωνι …ου τ… ἀπέχειν τὸν Θέωνα ἃς ἔσχε παρʼ αὐτοῦ ὁ σαραπίων …του Θ… του …τεσσαράκοντα καθʼ ὁμολογίαν τελειωθεῖσαν διὰ γραφείου …του τῷ ι ἔτει Ἀντωνίνου Καίσαρος τοῦ κυρίου μηνὶ Καισαρείῳ ἣν καὶ ἄκυρον εἶναι ἀργυρίου δραχμὰς διακοσίας καὶ μὴ ἐπελεύσεσθαι τὸν Θέωνα καὶ Σώταν ἐπὶ τὸν Σαραπίωνα περὶ τῶν προκειμένων δραχμῶν διακοσίων ,μὴ ἐλαττουμένου δὲ αὐτοῦ ὑπὲρ ὧν ἄλλων ὀφείλει αὐτοῖς τοῦ Σώτου …ἔχει ἐνγράπτου. Θέων ἀπέχω τὰς προκειμένας δραχμὰς διακοσίας ,μὴ ἐλαττουμένου μου ὑπὲρ τῶν λοιπῶν καθότι πρόκειται.