Ancient Greek
PSI 3 160
Documentary Papyri, Psi 3 160
Not analysed yet
Ἀρτεμιδώρῳ βασιλικῷ γραμματεῖ Ἀρσινοίτου Θεμίστου μερίδος παρὰ Πτολεμαίου Διοδώρου τοῦ καὶ Διοσκόρου καὶ Φιλίππου Ἀφροδεισίου καὶ Φιλίππου Ἡρακλείδου καὶ Λεοντᾶ Λεοντέως καὶ μετόχων ἐπιτηρητῶν νομῶν καὶ δρυμοῦ Θεαδελφείας καὶ Πολυδευκείας καὶ ἱερατικῶν ὠνῶν ἐν οὐσιακοῖς μισθωταῖς καὶ τῆς ἄλλης ὑδατικῆς προσόδου ἥ καὶ ὑποπίπτει καὶ θήρας ἰχθύας. λόγος τῶν περιγεγονότων ἀπὸ τῆς προκειμένης ἐπιτηρήσεως ἀπὸ θήρας ἰχθύας τῶν ἀπὸ κϛ ἕως λ τοῦ Φαμενὼθ μηνὸς τοῦ ἐνεστῶτος ιβ ἔτους Ἀντωνίνου Καίσαρος τοῦ κυρίου· ἐστὶ δέ· κϛ δραχμαὶ κδ ὀβολοὶ κθ κζ δραχμαὶ λϛ ὀβολὸς α κη δραχμαὶ λϛ ὀβολοὶ γ κθ δραχμαὶ κη ὀβολοὶ ιβ λ δραχμαὶ κη ὀβολοὶ κα γίνονται τῆς πενθημέρου δραχμαὶ ρξ ὀβολοὶ ιδ ἐξ ὧν ἁλιεῦσι ὑπὲρ μισθῶν δραχμαὶ π ὀβολοὶ ζ, λοιπ δραχμαὶ π ὀβολοὶ ζ. Πτολεμαῖος Διοδώρου ἐπιδέδωκα. Ὀνήσιμος ἐπηκολούθησα, μένοντός μοι τοῦ λόγου περὶ ὧν ἔχω πρὸς ἁλιεῖς δικαίων καὶ ἐπιτηρητάς. ἔτους ιβ Ἀντωνίνου Καίσαρος τοῦ κυρίου Φαρμοῦθι α.