Ancient Greek
PSI 3 167
Documentary Papyri, Psi 3 167
Not analysed yet
Ἀμμωνίωι τῶν πρώτων φίλων καὶ ἱππάρχηι ἐπʼ ἀνδρῶν καὶ πρὸς τῆι στρατηγίαι τοῦ Θινίτου παρὰ Α… ἀπὸ Μ…. ἀδικοῦμαι ὑπὸ Σαραπιάδος τῆς Ἕρμωνος τῶν ἐκ Συήνης . τοῦ γὰρ ἐνεστῶτος ἔτους νβ Μεσορὴι κζ συνυφαινούσης μου αὐτῆι ἐν τῆι ὑπαρχούσηι Δ…ου τινὸς ἐν τῆι προδεδηλωμένηι κώμηι οἰκίαι, καὶ ἐξ ἧς συνεστήσατο πρός με ἀντιλογίας ἐφαλομένη μοι καὶ καταβαλοῦσα ἐπὶ τὸ ἔδαφος, ἔτυπτεν πληγαῖς πλείοσιν, εἰς ὃ τύχοι μέρος τοῦ σώματός μου κύουσαν, ὥστε ἐκ τοῦ τοιούτου με τῶι ζῆν ὑφορᾶσθαι κινδυνεύειν …μαι το… …τῆς οἰκίας