Ancient Greek
PSI 3 166
Documentary Papyri, Psi 3 166
Not analysed yet
παραγγεῖλαι ἔτους νβ Μεσορὴ ιγ Ἀμμωνίωι τῶν πρώτων φίλων καὶ ἱππάρχηι ἐπʼ ἀνδρῶν καὶ πρὸς τῆι στρατηγίαι τοῦ Θινίτου παρὰ Σεννήσιος τῆς Ἀρείου τῶν ἀπὸ Θινός. ἀδικοῦμαι ὑπὸ Ἐργενούπιος …τῶν ἀπὸ ……ἐμοῦ τ… …ἐν δὲ τῶι ἀνὰ μέσον συμβάντος χωρισθῆναι ἀπʼ ἀλλήλων ἐξ ὧν συνετελέσατο εἰς ἐμὲ ἀδικιῶν, καὶ τὴν τοῦ συνοικεσίου συγγραφὴν ἐπιλυσάντων ἐν τῶι Θὼθ μηνὶ τοῦ νβ ἔτους ἐν δὲ τῶι Φαρμοῦθι συναρμοσθείσης Πατο…λοῦτί τινι ……η τὰ κατʼ ἐμὲ διεξαχθῆναι τοῦ Παρθενίου …εντος. τῶν οὖν …κρ… χωρις… …ε…λωιε… ἐπὶ σε καὶ διὰ τοῦ ἐπιδοθέντος τῶι Παρθενίωι ὑπομνήματος δεδηλωκότος καὶ διότι γεωργῶι σου σύνειμι ἐν τῆι σῆι κηδείᾳ. διὸ ἀξιῶ, διὰ παντὸς καταφθειρομένη ὑπὸ τοῦ ἀνθρώπου, ἐὰν φαίνηται, συντάξαι καταστῆσαι αὐτόν, ἔτι δὲ καὶ προνοηθῆναι ὡς τεύξομαι ἀντιλήψεως. εὐτύχει.