Ancient Greek
PSI 3 172
Documentary Papyri, Psi 3 172
Not analysed yet
Ἀμμωνίωι τῶν πρώτων φίλων καὶ ἱππάρχηι ἐπʼ ἀνδρῶν καὶ πρὸς τῆι στρατηγίαι τοῦ Θινίτου παρὰ …νι… προσαγγέλλω σοι διότι τοῦ ἐνεστῶτος …ἔτους …των ὑπ… ἱερείων …μένων πρὸ τῆς θύρας τῆς ὑπαρχούσης μοι οἰκίας, οἷς καὶ περιπεσόντες τ…π…ς… ἀπηλλάγησαν ἔχοντες ὧν ἡ ἀξία χαλκοῦ τάλαντον α …ἐπεὶ οὖν καθυπονοῶ Ἀρείου τοῦ Ἑρμίου καὶ Ἀρείου τοῦ Ἀρείου καὶ Παγγορσεύιος τοῦ …καὶ τῶν σὺν αὐτοῖς ὧν τὰ ὀνόματα ἀγνοῶ, τῶν καὶ κωθωνισθέντων ἐν τῆι Ταφῆτός τινος οἰκίαι, ἀξιῶ, ἐὰν φαίνηται, συντάξαι καταστῆσαι αὐτοὺς …