Ancient Greek
PSI 3 173
Documentary Papyri, Psi 3 173
Not analysed yet
……ιος …ου τῶν ἀπὸ τοῦ τόπου Τε…χαπει ἀδίκως ἀντιποιούμενος τοῦ ὑπάρξαντός μοι κλήρου, οὗπερ ἀπὸ τῶν τῆς ἀναλήψεως χρόνων μέχρι τοῦ νῦν κρατοῦντός μου εἰσμετρῶ τὰ εἰς τὸ βασιλικὸν καθήκοντα ἐκφόρια ἀνεγκλήτως. τοῦ οὖν καιροῦ τῆς τῶν γενημάτων συναγωγῆς συνεστηκότος καὶ προαιρουμένου μου ταῦτα εὖ θερίσαντα ἅλωνα ποιήσασθαι, δέομαί σου διεξαχθῆναι τὰ κατὰ τὴν ἐνεστῶσάν μοι πρὸς αὐτὸν ἐπὶ σοῦ κρίσιν. διὸ ἀξιῶ, ἐὰν φαίνηται, συντάξαι τὸν προκείμενον ἐπιτελέσαι …κομισθέντων γενημάτων.