Ancient Greek
PSI 3 184
Documentary Papyri, Psi 3 184
Not analysed yet
Αὐρηλίῳ Διδύμῳ δεκαδάρχῳ ἐπὶ εἰρήνης Ἡρακλεοπολίτου παρὰ Αὐρηλίου Θέωνος Πελαγίου κωμάρχου κώμης Βουσίρεως. χθὲς περὶ ἕκτην ὥραν ἐξαίφνης καύματος ἐνόντος πῦρ ἐν σκυβάλοις χόρτου καὶ δείσης ἐπὶ ἐπαύλεώς μου ἀπὸ λιβὸς τῆς κώμης, ἔνθα καὶ ἡ οἰκητικὴ οἰκία μου, ἀνέφάνη …των δ… τὸ πῦρ …ἀτοπήματος γενομένου. διὰ τοῦτο ἀναγκαίως ἐπιδίδωμι τάδε τὰ βιβλίδια σημαίνων τὸ γεγονός. ἔτους η Διοκλητιανοῦ καὶ ἔτους ζ Μαξιμιανοῦ τῶν κυρίων ἡμῶν Σεβαστῶν, Ἐπεὶφ ια. Αὐρήλιος Θέων ἐπιδέδωκα. Αὐρήλιος Η… …ερ…δ