Ancient Greek
PSI 3 187
Documentary Papyri, Psi 3 187
Not analysed yet
Αὐρηλίῳ Ἰσιδώρῳ τῷ καὶ Δομ… ἐξηγητῇ τῆς λαμπρᾶς καὶ λαμπροτάτης Ὀξυρυγχιτῶν πόλεως καὶ ὡς χρηματίζει δεκαπρώτῳ ἄνω τοπαρχίας παρὰ Αὐρηλίου Ἀμμωνίου Ζωίλου μητρὸς …οῦτος ἀπὸ τῆς λαμπρᾶς καὶ λαμπροτάτης Ὀξυρυγχιτῶν πόλεως. ἑκουσίως ἐπιδέχομαι μισθώσασθαι πρὸς μόνον τὸ ἐνεστὸς ϛ ἔτος ἀπὸ τῶν ὑποστελλόντων τῇ δεκαπρωτείᾳ περὶ τὸ Ἴσιον Παγγᾶ ἐν μὲν περιχώματι Νέσλα ἐν τόπῳ λεγομένῳ …ἀρούρας δέκα ἢ ὅσαι ἐὰν ὦσι ἐπὶ τὸ πλεῖον ἢ ἔλασσον, ὥστε σπεῖραι καὶ ξυλαμῆσαι οἷς ἐὰν αἱρῶμαι γένεσι, φόρου ἀποτάκτου ἀργυρίου ταλάντου ἑνός· γίνεται τάλαντον α· ἐν δὲ περιχώματι Πέκτυ ἀρούρας ἕνδεκα ἢ ὅσαι ἐὰν ὦσι, προγεωργουμένας ὑπὸ Καπίτωνος, εἰς ξυλαμὴν χόρτου, φόρου κατʼ ἄρουραν ἀνὰ δραχμὰς διακοσίας· γίνονται δραχμαὶ σ· ἀκινδύνων παντὸς κινδύνου, τῶν τῆς γῆς δημοσίων ὄντων πρὸς σὲ τὸν δεκάπρωτον, κυριεύοντα τῶν καρπῶν ἕως τὸν φόρον ἀπολάβῃς. βεβαιουμένης δέ μοι τῆς ἐπιδοχῆς ἀποδώσω τὸν φόρον τῷ Παῦνι μηνὶ ἀνυπερθέτως γεινομένης σοι τῆς πράξεως ἔκ τε ἐμοῦ καὶ ἐκ τῶν ὑπαρχόντων μοι πάντων ….