Ancient Greek
PSI 3 206
Documentary Papyri, Psi 3 206
Not analysed yet
χαίροις, ἄδελφε Δημήτριε, Πα…ρας σε προσαγορεύω. πρὸ τῶν ὅλων εὔχομαι πᾶσι τοῖς θεοῖς εὐτυχεῖν σε καὶ τὸ προσκύνημά σοι ποιῶ καθʼ ἑκάστην ἡμέραν παρʼ οἷς ἐπιξενοῦμαι θεοῖς, εὔχομαι δέ σοι τὰ ἐν βίῳ κάλλιστα ἀγαθὰ ὑπαρχθῆναι. ἔπεμψά σοι διὰ τοῦ ἀναδιδόντος σοι τὰ γράμματα σόλια γυναικεῖα δύο ,ἓν μὲν τῇ μητρί, τὸ δ ἄλλο τῇ γυναικίσου. πολλάκις μὲν ἔγραψά σοι καὶ οὐδʼ ἅπαξ ἠξίωσάς μοι γράφειν· καὶ διὰ τῶν ἐπιδημούντων Μεμφιτῶν ἐξετάζω περὶ τῆς σωτηρίας ὑμῶν. ἄσπασαι πολλὰ τὸν πατέρα καὶ τὴν μητέρα καὶ τὴν σύμβιόν σου καὶ τοὺς ἀδελφοὺς ἡμῶν. πάντως παρακληθεὶς ποίησον ταριχευθῆναι μοι κεράμιν ταρίχων τῆς τιμῆς κορακινιδίων, καὶ γράψον μοι ποσουσι καὶ ὅπως πεμφθῇ σοι ἡ τιμή. καὶ κιβώριά μοι πέμψον διὰ τοῦ ἀναδιδόντος σοι τὰ γράμματα. ἐρρῶσθαί σε εὔχομαι. ἀπόδος Δημητρίῳ ……δ… παρὰ Πα…ρα τοῦ ἀδελφοῦ