Ancient Greek
PSI 3 207
Documentary Papyri, Psi 3 207
Not analysed yet
κυρίῳ μου πατρὶ Στεφάνῳ Ἱέραξ εὖ πράττειν. ὁ κύριός μου ἀδελφὸς Κορνήλιος ἐπέστειλέν μοι τῇ χθὲς περὶ οὗ συνεθέμην μετʼ ἐσοῦ εἰ οὕτως ἔχει, ὅπως αὐτῷ ἐπιστείλω. γράφω σοι οὖν, κύριέ μου πάτερ, ὅπως ἔχῃς τὸ βέβαιον· σὺν τῇ γὰρ μητρὶ Θερμουθίῳ μέλλω ἐλθεῖν· ἐπίστειλον δέ μοι διὰ τοῦ ἀδελφοῦ Κορνηλίου πότε μέλλει ἐφʼ ἡμᾶς ἐλθεῖν ἡ μήτηρ …ιτον οὐκ ἔλαβεν …τούτου καὶ δ… …αχθου καὶ δια… …πολλῶν μετ… …α αὐτη …προφασίζεται λέγουσα ὅτι ὁ ἀδελφός μου εἶπέν μοι κ… ἐπιστείλῃ αὐτῇ μὴ ἀναλαμβ…ενοισκ…