Ancient Greek
PSI 3 208
Documentary Papyri, Psi 3 208
Not analysed yet
χαῖρε ἐν κυρίῳ, ἀγαπητὲ ἄδελφε Πέτρε, Σώτας σε προσαγορεύω. τὸν ἀδελφὸν ἡμῶν Ἡρακλῆν παράδεξαι κατὰ τὸ ἔθος, διʼ οὗ σὲ καὶ τοὺς σὺν σοὶ πάντας ἀδελφοὺς ἐγὼ καὶ οἱ σὺν ἐμοὶ προσαγορεύομεν. ἐρρῶσθαί σε ἐν θεῷ εὔχομαι.