Ancient Greek
PSI 4 286
Documentary Papyri, Psi 4 286
Not analysed yet
…ων Διογένει τῶι φιλτάτωι χαίρειν ἐξελθὼν ἀπὸ σοῦ ἀπὸ τῆς πόλεως ἐγενόμην εὐθὺς εἰς τὴν Τακόνα εὗρον εἰς τὴν χορτοθήκην μηδεμίαν ἀγκάλην χόρτου μετενεχθεῖσαν ἐκεῖ ἀλλὰ καὶ ἐρεῖς ὅτι πόλεμός ἔστιν ἐν τῷ πεδίῳ τῆς Τακόνα τῶν κτηνῶν ἐργαζομένων τιδηποτεουν τοῦ ἀρχιποίμενος ὄντος παρὰ σοὶ μάθε παρʼ αὐτοῦ εἰς τίνα ἐπανατέθεικεν τὸ μετενέγκαι τὸν χόρτον τῆς χορτοθήκης ει…εν τινα ποιοῦντα τὸ ἔργον ἵνα καὶ ἂν ἐγὼ εἰδῶ …τὸ δεόμενον γενέσθαι δηλώσεις δέ μοι πόθεν μεταφέρεται ἐκεῖ τὸ βορινὸν ὑποδοχεῖον τοῦ Πτολεμε ὀγδόῳ καὶ ἐναταίῳ ἀντλ ἔγραψά σοι ἵνα εἰδῇς ειδ…αι σοι ἀνα…ησωμε…ου ἔστιν γὰρ ἡ ὑπόστασις τῶν δυεῖν μηχανῶν εκ…ι ἀμπέλου ἀρούρας ια πωμαρίου ἀρούρας β δ καλαμείας ἀρούρας β ϛ τὸ δοκοῦν σοι καὶ περὶ τούτου δηλώσεις ὡς ἔδοξεν τῇ εὐτυχεστέρᾳ σου τύχῃ περὶ τοῦ ἀπαιτησίμου τῆς προστασίας καλῶς ποιήσεις ἀγοράσας χάρτην ὡς ὡμολόγησάς μοι ἵνʼ οὕτως μεταγραφῇ κ…α καὶ ἵνα ἔχωμεν εἰς ἀναψησμὸν καὶ εἰς τιμὴν ζευκτηρίων ἀπὸ ἐνοικίων καὶ ἄλλων χρημάτων ἔπεμψα Ἡλιοδώρῳ τῷ φίλῳ περὶ τοῦ λαχάνου· μέλλω γὰρ ἀπὸ μιᾶς αὐτὸν πληρῶσαι οὔπω διὰ φύλακος τῆς Τυχιν… Φάγων οἶνον ἔδωκας λοιπῆς ἡμέρας καλῶς οὖν ποιήσεις …στρατιωτικῇ δυνάμει χρησώμεθα ουμ…νο…ν τούτου ἕνεκεν ἀλλὰ καὶ διὰ Πτολλᾶ εἰ μη…με…ει…των …ι ἐμπόρων σακκ…εις κατα…έων κουρᾶς τοῦ ἐνεστῶτος ἔτους δήλωσον ἵνα προνοηθῶμεν ποῦ ἔλθωμεν …τὰς ἡμέρας τῆς κουρᾶς …ευρο… Αἰσχίνης ὅδε πρῶτος ἐπι…τ…θέλων επι εμε του προσ…ος …κ…σι ἀκήκοα ἀπὸ Διοσκουρίδου τοῦ …λ…εντος δεκ…του οτι βιβλιδίων …επα… τῇ ἡγεμονίᾳ ει… εὔλογον …ως εὐσχήμονι εἰς Ἀλεξάνδρειαν ἀλλὰ καὶ τὰ βιβλία πέμψω αὐτῷ ὡς ἐὰν δόξῃ πρὶν ἁπλῶς ηδ… πέρας τῷ πράγματι ἐπιτεθῇ ἀντίγραψον περὶ τούτου ἐρρῶσθαί σε εὔχομαι εὐκοποῦντα διὰ ὅλου βίου ἔπεμψά σοι τὸν λόγον απε…