Ancient Greek
PSI 4 287
Documentary Papyri, Psi 4 287
Not analysed yet
ὑπατείας τοῦ δεσπότου ἡμῶν Γρατιανοῦ αἰωνίου Αὐγούστου τὸ δ καὶ Φλαυίου Μεροβαύδου τοῦ λαμπροτάτου, Τῦβι γ Αὐρήλιος Μαρτύριος Ἀφροδισίου ἀπὸ τῆς λαμπρᾶς καὶ λαμπροτάτης Ὀξυρυγχιτῶν πόλεως, ταρσικάριος τὴν τέχνην, Αὐρηλίῳ Ἀνδρογένει ἀπὸ τῆς αὐτῆς πόλεως χαίρειν. ὁμολογῶ παρειληφέναι παρὰ σοῦ τὸν σὸν υἱὸν Φοιβάμμωνα ἐπὶ τῷ τοῦτον εἶναι παρʼ ἐμοὶ ἐργαζόμενον εἰς τὴν τῶν ταρσικαρίων τέχνην ἀπὸ τοῦ ὄντος μηνὸς Τῦβι ἕως Μεσορὴ τοῦ ἐνεστῶτος ἔτους νγ κβ ,λαμβάνων παρʼ ἐμοῦ ὑπὲρ μισθοῦ ἡμερουσίως ἀνʼ ἀργυρίου δηναρίων μυριάδας τριάκοντα ,καὶ ἐπὶ μηνὸς Φαρμοῦθι τοῦ αὐτοῦ ἐνεστῶτος ἔτους παρασχεῖν αὐτῷ στιχάριον λινοῦν καινὸν ἕν · καὶ μὴ ἐξεῖναί μοι τοῦτον ἀποβαλέσθαι μηδὲ κοιλαίνειν τὸν σταθέντα μισθὸν πρὸ τῆς συνπληρώσεως τοῦ χρόνου. εἰ δὲ βούλῃ παραδώσω εἰς λόγον ἕδρας καὶ ἐπηρείας χάριν ἀργυρίου μυριάδας χιλίας . ἐπʼ αὐτοῖς δὲ καὶ ἐγὼ …ης τοῦ μισθοῦ ὁμοίως μὴ ἐξεῖναί μοι αὐτ… πρὸ τῆς συνπληρώσεως τοῦ χρόνου δι… λόγον διασῶσαί σοι. κύριον τὸ γραμμάτιον ἁπλοῦν γραφέν, καὶ ἐπερωτηθεὶς ὡμολόγησα. Αὐρήλιος Μαρτύριος ἐθέμην τὴν ὁμολογίαν καὶ ἀποδώσω πάντα ὡς πρόκιται. Αὐρήλιος Δωρόθεος Νίλου ἔγραψα ὑπὲρ αὐτοῦ γράμματα μὴ εἰδότος. διʼ ἐμοῦ Διοσκ…