Ancient Greek
PSI 4 313
Documentary Papyri, Psi 4 313
Not analysed yet
……ρ…ον καὶ …διὰ πρᾶσιν τοῦ …υ τ… προσῆλθον τῇ ἀγορασίᾳ …μου ἔχοντος τὰ πρῶτα ἔρια ?. πληρωθεὶς δὲ ὑπʼ ἐμοῦ τὸ συνφωνηθὲν τίμημα μεταξὺ μαρτύρων, οὐκ οἶδα τίνι τρόπῳ κατὰ τὴν ἐνεστῶσαν ἡμέραν μετῆλθον αὐτὸν τῶν πράσεων ἕνεκεν. ὃς δέ, πρὸς τῷ μὴ βούλεσθαι ταῦτά μοι διδόναι, οὐδὲ μὴν τὸ τίμημα. καὶ ἐπῆλθέν μοι, πληγαῖς με κατέκοψεν καθʼ ὅλου τοῦ σώματος καὶ περιέσχισέν μου τὴν αἰσθῆτα, τραυματιαῖόν με κατέστησεν. ὅθεν τὰ βιβλία ἐπιδίδωμι ἀξιῶν ἐπεξελεύσεως τυχεῖν τῆς προσηκούσης. Αὐρήλιος Ἀπφοῦς ἐπιδέδωκα.