Ancient Greek
PSI 4 314
Documentary Papyri, Psi 4 314
Not analysed yet
…σημειοῦμαι γ ἔτους Λουκίου Σεπτιμίου Σεουήρου Εὐσεβοῦς Περτίνακος Σεβαστοῦ, Φαμενώθ …Ἀλεξάνδρῳ τῷ καὶ Σουχάμμωνι γυμνασιαρχήσαντι καὶ …ίνῳ ἐξηγητεύσαντι βιβλιοφύλαξιν ἐνκτήσεων Ἀρσινοίτου παρὰ Θέωνος τοῦ καὶ Ἁρποκρατίωνος Ἀσκληπιάδου τοῦ Θέωνος σιτομετροσακκοφόρου ἀναγραφομένου ἐπʼ ἀμφόδου Ἑρμουθιακῆς. τὴν ὑπάρχουσάν μοι ἐν τῇ μητροπόλει ἐπʼ ἀμφόδου Βιθυνῶν ἄλλων τόπων οἰκίαν καὶ αἴθριον καὶ αὐλὴν παλαιὰν …ν οἰκίαν καινὴν καὶ αἴθριον καὶ αὐλήν, ἧς παράθεσιν ἐποιησάμην διὰ τῶν προτέρων βιβλιοφυλάκων, βούλομαι ὑποθέσθαι Μάρκῳ Ἀσιννίῳ Ἀμμωνιανῷ πρὸς ἀργυρίου κεφαλαίου δραχμὰς ἑξακισχιλίας ἤτοι τάλαντον ἓν εἰς ἐνιαυτὸν ἕνα ἀπὸ τοῦ εἰσιόντος μηνὸς Φαρμοῦθι τόκου δραχμῆς μιᾶς τῇ μνᾷ τὸν μῆνα ἕκαστον τῶν συναγομένων τόκου τοῦ ἐνιαυτοῦ δραχμῶν ἑπτακοσίων εἴκοσι . διὸ ἐπιδίδωμι.