Ancient Greek
PSI 4 324
Documentary Papyri, Psi 4 324
Not analysed yet
Ἀπολλώνιος Ἀπολλοδότωι χαίρειν. ἐάν τινες τῶν ἐξαγόντων τὸν σῖτον ἐξ Συρίας διαγράφωσιν ὑμῖν ἢ τὰς τιμὰς ἢ τὸ παραβόλιον, παραλαμβάνετε παρʼ αὐτῶν διὰ τῆς τραπέζης καὶ δίδοτε πρὸς ἡμᾶς σύμβολα διπλᾶ ἐσφραγισμένα, γράφοντες τό τε ὄνομα τοῦ καταβαλόντος καὶ τὸ πλῆθος τοῦ ἀργυρίου καὶ ἐὰν ὑπὲρ ἄλλου καταβάληι. ἔρρωσο. ἔτους κε, Ἀρτεμισίου ιβ. σίτου τιμῶν Ἀπολλοδότωι.