Ancient Greek
PSI 4 325
Documentary Papyri, Psi 4 325
Not analysed yet
Ἀπολλώνιος Ἱκεσίωι χαίρειν. ἐάν τινες τῶν ἐξαγόντων τὸν σῖτον ἐξ Συρίας διαγράφωσιν ὑμῖν ἢ τὰς τιμὰς ἢ τὸ παραβόλιον, παραλαμβάνετε παρʼ αὐτῶν διὰ τῆς τραπέζης καὶ δίδοτε πρὸς ἡμᾶς σύμβολα διπλᾶ ἐσφραγισμένα, γράφοντες τό τε ὄνομα τοῦ καταβάλλοντος καὶ τὸ πλῆθος τοῦ ἀργυρίου καὶ ἐὰν ὑπὲρ ἄλλου καταβάλληι. ἔρρωσο. ἔτους κε, Ἀρτεμισίου ιβ. Ἱκεσίωι.