Ancient Greek
PSI 4 331
Documentary Papyri, Psi 4 331
Not analysed yet
Ἐφάρμοστος τῶι ἀδελφῶι χαίρειν. εἰ ἔρρωσαι, εὖ ἂν ἔχοι· ἐρρώμεθα δὲ καὶ ἡμεῖς. τοὺς δορκαδέους οὓς εἶχεν μοι Εὔτυχος γίνωσκε οὐκ ἀποδεδωκότα μοι αὐτόν, τοὺς δὲ παρʼ Ἐφέσου ἐκομισάμην καὶ φυλάσσει αὐτοὺς Κτησίας. ἔρρωσο. ἔτους κθ. Ἐφάρμοστος δορκαδέων Ζήνωνι