Ancient Greek
PSI 4 330
Documentary Papyri, Psi 4 330
Not analysed yet
Ζω…ς Ἀπολλωνίωι χαίρειν. καλῶς ἂν ἔχοι, εἰ ἔρρωσαι· ὑγιαίνομεν δὲ καὶ αὐτοί. γίνωσκέ με οὐ μετ…ρος. ὤιμην οὖν σοὶ μὲν γράφειν πρότερον ἢ ἀντιτεῖναι, ἵνα μ…νειν. καλῶς οὖν ποιήσεις, ἐὰν καὶ σοὶ φαίνηται, γράψας μοι παραγενέσθαι πρός σε, ἵνα ἀποδῶ σοι λόγον περὶ ἁπάντων ὡς ἕκαστα ἔχει· οὐ γὰρ ἐδοκίμασα ἄνευ σου τὴν ἐγδημίαν ποιήσασθαι. μὴ οὖν περιίδηις ἡμᾶς καταφθαρέντας, ἀλλʼ ἀντιλαβοῦ. σὺ μὲν γὰρ ἐφρόντισας τιμῆς ἡμᾶς μεταλαβεῖν, οὗτος δὲ τῆι μεγίστηι με ἀτιμίαι περιβέβληκεν. περὶ μὲν γὰρ διαφόρου οὐ διαλέγομαι ὅσον εἰσενήνοχα ἀδίκως μετὰ βίας παρανομηθείς. ἔρρωσο. ἔτους κη, Δύστρου ιη. Ἀπολλωνίωι