Ancient Greek
PSI 4 335
Documentary Papyri, Psi 4 335
Not analysed yet
Ἀριστεὺς Ζήνωνι χαίρειν. ἐγράψαμέν σοι καὶ πρότερον περὶ τοῦ σίτου τοῦ γινομένου Ἀλεξιμάχωι τῶι πράκτορι, ἵνα γράψηις Ἀρτεμιδώρωι μετρεῖν αὐτῶι, καὶ νῦν δὲ καλῶς ἂν ποιήσαις σπουδάσας περὶ αὐτοῦ καὶ γράψας ἵνα μετρῆι αὐτῶι· οὐ γὰρ τὰς τυχούσας χρείας ἡμῖν παρέχεται. σπεύδει δὲ περὶ αὐτοῦ καὶ Ἀμύντας. ἔρρωσο. ἔτους κθ, Δύστρου θ, Φαμενὼθ θ. Ἀριστεὺς Ἀλεξιμάχου σίτου. Ζήνωνι.