Ancient Greek
PSI 4 341
Documentary Papyri, Psi 4 341
Not analysed yet
Ζήνωνι χαίρειν Ἀπολλοφάνης Δημήτριος ἀδελφοὶ τεχνῖται τῆς κατὰ τὴν ἐρέαν πᾶσαν γυναικοϋφῆ. εἰ οὖν δοκεῖ σοι καὶ χρείαν τυγχάνεις ἔχων, ἕτοιμοί ἐσμεν τὰς χρείας σοι παρέχεσθαι. ἀκούοντες γὰρ τὸ κλέος τῆς πόλεως καὶ σὲ τὸν προεστηκότα χρηστὸν καὶ δίκαιον εἶναι, ἐδοκιμάσαμεν παραγενέσθαι εἰς Φιλαδέλφειαν πρὸς σὲ αὐτοί τε καὶ ἡ μήτηρ καὶ ἡ γυνή. ἵνα οὖν ἐνεργοὶ ὦμεν, προσαγάγου ἡμᾶς, εἴ σοι δοκεῖ. ἐργώμεθα δέ, ἐάν τε βούληι, χλαμύδας, χιτῶνας, ζώνας, ἱμάτιον, ξιφιστῆρα, κιρίας, γυναικεῖα σχιστούς, τεγίδια, συμμετρίαν, παραπήχη· καὶ διδάσκειν δέ τινας, ἐὰν βούληι. σύνταξον δὲ Νικίαι δοῦναι ἡμῖν κατάλυμα, ἵνα δὲ μὴ θαυμάζηις, καὶ γνωστῆράς σοι παραστησόμεθα, τοὺς μὲν αὐτόθεν ἀξιοχρέους, τοὺς δὲ καὶ ἐν Μοιθύμει. εὐτύχει. ἔτους λ, Γορπιείου κη, Θωὺθ κη. Ἀπολλοφάνης Δημήτριος ἀδελφοί.