Ancient Greek
PSI 4 343
Documentary Papyri, Psi 4 343
Not analysed yet
Νίκαιος Ζήνωνι χαίρειν. μὴ θαυμάσηις ἐπὶ τῶι Νικόλαον ἀπελθεῖν προτοῦ ἢ τὸν λόγον συνθεῖναι· διὰ τὸ γὰρ Θεμιστοκλῆν εἶναι πρὸς τῶι διαλογισμῶι τῶι καθʼ ὑπηρετῶν ἠσχολήμεθα πρὸς αὐτοῖς τούτοις. οὐ μὴν ἀλλὰ τέταγμαι αὐτῶι πρὸ τῆς κε συνθήσειν. μέλει οὖν μοι· ὡσεὶ καὶ παρόντος σου ὁ λόγος συντεθήσεται. ἔρρωσο. ἔτους λ, Χοίαχ ια. Ζήνωνι