Ancient Greek
PSI 4 344
Documentary Papyri, Psi 4 344
Not analysed yet
…καθότι Ἀπολλώνιος ἐπέσταλκεν. ἔρρωσο. ἔτους …Μεχεὶρ κγ. Φανίας Μαιμάχωι. …ἀπέσταλκά σοι τῆς γραφείσης ἡμῖν παρʼ Ἀπολλωνίου ἐπιστολῆς τὸ ἀντίγραφον. προσδιαλέχθητε οὖν τοῖς ἀνθρώποις καὶ πράσσετε …χωματικὸν καὶ φυλακιτικόν. ἔρρωσο. ἔτους λ, Χοίαχ . Ἀπολλώνιος Φανίαι. τὸ φυλακιτικὸν καὶ τὸ χωματικὸν τῆς κληρουχικῆς γῆς λογεύσατε παρὰ τῶν κληρούχων καθότι καὶ παρὰ τῶν γεωργῶν, καὶ προσδιαλέχθητε τοῖς ἀνθρώποις ἐφʼ ὧι τοὺς φυλακίτας τοὺς τὸν νομὸν καὶ τὰ γενήματα διατηροῦντας ο… πολλῶι πλεῖον τοῦ λογευομένου …πρ… τὰ χώματα καὶ τοὺς ὑδραγωγοὺς καὶ τὰς διώρυγας καὶ τα… πολλὰ χρ… …νων ὥστε π…εις ταῦτα μέρος εἶναι τὸ συν… χωματικὸν καὶ φυλακιτικὸν αὐτῆς τη…οντ…ην τῆς γῆς κατασπείρωσιν. Φανίας Μαιμάχωι. περὶ τοῦ φυλακιτικοῦ καὶ τοῦ χωματικοῦ τῆς κατακεκληρώμένης γῆς γεγράφαμεν ὑμῖν καὶ πρότερον πράσσειν καθότι καὶ Ἀπολλώνιος ἐπέστειλεν, καὶ νῦν δὲ καλῶς ἔχειν ὑπέλαβον γράψαι ὅπως μηθενὶ τῶν κληρούχων τὰ ἐκ τῆς γῆς προῆι ἕως ἂν ἀπομετρήσωσιν εἰς τὸ βασιλικὸν πάντων τῶν ἐτῶν ὧν κεκαρπευμένοι εἰσὶν τοὺς κλήρους. ἔρρωσο. ἔτους …,Μεχεὶρ ιθ.