Ancient Greek
PSI 4 345
Documentary Papyri, Psi 4 345
Not analysed yet
Κριτίας Ζήνωνι χαίρειν. Τρυγᾶν μέλλουσιν τῆι κϛ. ἀπόστειλον οὖν φύλακας μὴ ἔλασσον δέκα ,καὶ τοῖς παρʼ ἡμῖν οὖσιν γράψον ἵνα συνφυλάσσωσιν, καὶ Ἡγησιάνακτι ἵνα μηθὲν βίαιον γίνηται. ἔρρωσο. ἔτους λ, Παχὼνς κε. ἔτους λ, Ἀρτεμισίου κϛ, Παχὼνς κϛ. Κριτίας σταφυλῆς φυλάκων. Ζήνωνι