Ancient Greek
PSI 4 350
Documentary Papyri, Psi 4 350
Not analysed yet
Νίκων Ζήνωνι χαίρειν. γίνωσκε διότι τοῖς μηθὲν πεποιηκόσιν εὐτάκτηκας τὰ ὀψώνια, ἀλλὰ καὶ ὑπηρεάζοντές σοι νῦν καταλιμπάνουσιν, ἐμοὶ δὲ τῶι ὄντι πρὸς τῆι θήραι εὐτάκτως ἐφέλκεται τὰ ὀψώνια. καλῶς ἂν οὖν ποιήσαις χρηματίσας ὅπως ἂν πρὸς τοῖς ἔργοις γείνωμαι. ἔρρωσο. ἐχρηματίσθη ὑπόμνημα. ἔτους λβ, Ἁθὺρ κα.