Ancient Greek
PSI 4 351
Documentary Papyri, Psi 4 351
Not analysed yet
……χος Ζήνωνι χαίρειν. παραγενόμενοι εἰς Ἡφαιστιάδα καὶ ἐπελθόντες ἐπὶ τὴν γῆν οὐχ εὑρήκαμεν ἐπιτηδείαν γράστιν ὥστε ταῖς βουσίν, ἀλλὰ πυρίνη ἦν, ἣν οὐκ ἐπιτήδειόν ἐστιν κατανεῖμαι. γέγραφα οὖν σοι ἵνα εἰδῆις. καὶ Φιλέου δὲ προστάξαντος ἡμῖν οὐκ εἴχομεν ὅθεν αὐτῶι δῶμεν. ἔρρωσο. ἔτους λβ Χοίαχ κγ. ἐπεσκεψάμεθα δὲ καὶ περὶ τῆς σησαμίτιδος καὶ ἐστὶν ἐπιτηδεία. Ζήνωνι.