Ancient Greek
PSI 4 354
Documentary Papyri, Psi 4 354
Not analysed yet
Βούβαλος Ζήνωνι χαίρειν. ἔγραψεν Ἀθηναγόρας Ἑρμολάωι παραγίνεσθαι τὸν βασιλέα, καὶ ἑτοιμάζειν ἀγορὰν καὶ χορτάσματα. ἐγὼ μὲν οὖν διεκρουσάμην τὸν χόρτον τὸν συνηγμένον διʼ ἡμῶν ὥστε σοι, ἵνα μὴ ἀπενεχθῇ ἐστὶν δὲ ἐν παρόδωι. καλῶς οὖν ποιήσεις ἀποστείλας τὰς ἡμιόνους ὅπως συναχθῇ εἰς Μοιθῦμιν ἐν τάχει, ἵνα μὴ ἐν τῶι παραπορεύεσθαι τὸν βασιλέα διαφορηθῇ ὑπὸ τῆς δυνάμεως. ἔρρωσο. ἔτους λβ, Παχὼνς κγ. Ζήνωνι.