Ancient Greek
PSI 4 353
Documentary Papyri, Psi 4 353
Not analysed yet
α… ἀνεθείην τῆι Καλλικράτους κώμηι λειτουργεῖν. οὐ μὴν ἀλλὰ ἀπέστειλα δὶς τω… σωμάτων μηκέτι μοι ἐπαναπορευομένων πρὸς ἡμᾶς. ἠναγκάσθη δὲὁἀντιγραφεὺς ἐντυχεῖν Ἀθηναγόραι περὶ τούτων. ἐγὼ μὲν γὰρ α… …νδ… …ἀντιγραφεὺς …δῶι μὴ ἐνοχλεῖν μηδὲ ἀποστέλλειν ἐκ τῆς προειρημένης κώμης σώματα. Ἑρμόλαος δέ μοι ἀντιγράφει ἀξιῶν τοι…ε… σώματα. ἀπέσταλκα οὖν. παραγενόμενος δὲ …δης μετὰ Μηνοδώρου τοῦ τοπάρχου ἤιτει με τὰ πέντε σώματα· ἐγὼ δὲ ἀπεφάμην …ῆσθαί μοι ἀλλʼ ἢ τρία . προσεμαρτύρει δέ μοι καὶ Ἡλιόδωρος. ἠξίωσε μὲν οὖν Ἡρακλείδης συναποστεῖλαι αὐτῶι φυλακίτην ὃς παραδείξει ταῦτα πάντα …αι δὲ συναρπάζει τὸν φυλακίτην …μ…αὐτὸν ἐν τῶι δεσμωτηρίωι καὶ τὸν μεθʼ αὑτοῦ συμπορευόμενον μάχιμον. καλῶς ἂν οὖν ποιήσαις ἐπισκεψάμενος περὶ τούτων καὶ ἀποστείλας ἡμῖν τόν τε φυλακίτην καὶ τὸν μάχιμον, ἅμα δὲ καὶ γράμματα, ἐὰν ἐπιμέλειαν ἔχηις τῶν παρʼ ἡμῖν· καὶ μὴ ἐπιλανθάνου ἡμῶν. ἔρρωσο. ἔτους λβ, Φαρμοῦθι ζ. Ζήνωνι.