Ancient Greek
PSI 4 359
Documentary Papyri, Psi 4 359
Not analysed yet
Φιλίσκος Ζήνωνι. τῆς γεγραμμένης μοι παρὰ Διογένους ἐπιστολῆς τὸ ἀντίγραφον. καλῶς οὖν ποιήσεις συντάξας τοῖς φυλακίταις ἀποστεῖλαι πρὸς ἡμᾶς τὸ σῶμα καθότι γράφει. ἔρρωσο. ἔτους λδ, …Διογένης Φιλίσκωι χαίρειν. Φᾶβις ὁ ἀποδιδούς σοι τὴν ἐπιστολὴν ἐστὶν ἡμῖν …β…ου εἰς ὑποζύγια καὶ σάκκους αὐτόν. φησὶ δὲ Παύητά τινα μισθωτὸν συνσκευασάμενον αὐτὸν τὸν ὄνον καὶ σάκκους διαχωρῆσαι, καὶ τοῦτον συλλαβὼν ἐν Φιλαδελφείαι παραδεδωκέναι τοῖς φυλακίταις. καλῶς οὖν ποιήσεις γράψας Ζήνωνι συντάξαι τοῖς φυλακίταις ἀποκαταστῆσαι τὸ σῶμα ἐπί σε. ἔρρωσο. ἔτους λδ, Φαμενὼθ ιζ. ἀ…έγραψα Διογένους ἐπιστολῆι.