Ancient Greek
PSI 4 360
Documentary Papyri, Psi 4 360
Not analysed yet
Πτολεμαῖος Ζήνωνι χαίρειν. γράφεις ἡμῖν ἀπεσταλκέναι Ἰάσονα καὶ Ἡρόδοτον ἵνα κομίσωνται τὸν προσοφειλόμενόν σοι σῖτον ἐν Ἀρσινόηι. γίνωσκε οὖν ἐσόμενά σοι πάντα τὰ καθʼ ἡμᾶς δίκαια ὡς ἂν τάχιστα λικμήσωμεν. καὶ τὰ ἐν τοῖς νεανίσκοις δὲ προδιαλεγησόμεθα αὐτοῖς, ὡς ἂν τὰ γενήματα ἀφεθῆι ἵνα σοι ἀπευτακτήσωσιν ὡσαύτως. ἔρρωσο. ἔτους λδ, Παχὼν θ. Ζήνωνι.